Ὁ καταραμένος θρόνος τῶν Θηβῶν.

 


Μοῦσαι θρηνεῖται τὸν ὀϊζυρὸν τῶν ἀνθρώπων βίον• ἀγνώμονες γὰρ ὄντες ἁμαρτήμασι συνεχῶς ἐπιπίπτουσι. Ἄρτι μὲν περὶ τοῦ οἴκου τοῦ Λαβδάκου ἀείσω ἀτεχνῶς, ἀτὰρ ἀρωγήσατέ με καὶ πρευμενεῖς μοι γένησθε. 

 Πρῶτος μὲν ὁ Πενθεὺς διαπράττει κατὰ τοῦ Διονύσου ὕβριν καὶ τὴν τῶν θεῶν ἐπισύρει μῆνιν, ὡσπερεὶ ἀφηγεῖται ὁ Εὐριπίδης ἐν ταῖς ἑαῖς Βάκχαις. Τοὺς αὐτοῦ δὲ τρόπους ἀκολουθεῖ καὶ ὁ διάδοχός του, ὁ Λάβδακος, καὶ τὸν ἴδιον εὑρίσκει θάνατον, καθὰ φησὶ ὁ Ἀπολλόδωρος («καὶ γεννᾷ Λάβδακον. οὗτος ἀπώλετο, μετὰ Πενθέα ἐκείνῳ φρονῶν παραπλήσια»). 
Ὢν προσέτι ὁ Λάιος ἀνήλιξ εἰς τὸν θρόνον ἀνέρχεται ὁ Λύκος. Οὗτος κατ' ἐντολὰς τοῦ αὐτοκτονίσαντος Νυκτέως τὴν Ἀντιόπην θηρᾷ, ἐγαμήθη γὰρ αὕτη τῷ βασιλέι Ἐπωπεῖ. Κατανικεῖ τὸν Ἐπωπέα καὶ φυλακίζει τὴν Ἀντιόπην, σὺν δὲ τῇ ἑαυτοῦ γυναικί, τὴν Δίρκην, βασανίζουσιν αὐτὴν ἕως ὅτου οἱ ἐκ Διὸς υἱοὶ τῆς Ἀντιόπης μανθάνουσι τὴν ἀλήθειαν τῆς καταγωγῆς των καὶ τιμωροῦσι τὸ βασιλικὸν ζεῦγος. 
 Δίδυμοι δ' Ἀμφίων καὶ Ζῆθος λαμβάνουσι τὴν ἐξουσίαν κἀνεγείρουσι Θηβῶν ἑπτάπυλα τείχη. Φαίνεται ὅτι τὸ μίασμα ἐκαθάρθη καὶ ἐπικρατεῖ ἐν γένει εὐημερία ὑπὸ τῆς νέας διοικήσεως. Τότε ἡ Νιόβη, ἡ σύλλεκτρος τοῦ Ἀμφίονος, καγχάζει μέγα ὅτι πλείονα Λατοῦς ἐγέννησε τέκνα, ἡ μωροτάτη. Αὐτίκα ἡ Ἄρτεμις καὶ ὁ αὐτοκασίγνητος Ἀπόλλων τὰ τέκνα της ἅπαντα κατατοξεύουσι καὶ τὴν ἰσορροπίαν ἐπαναφέρουσι τῷ ἀνθρωπίνῳ κόσμῳ. 
 Ἐκ Πέλοπος γᾶν δ' ἐπιστρέφει ὁ Λάιος, ἁρπάξας κἐξυβρίσας τὸν ἠίθεον Χρύσιππον, καὶ τὴν Ἰοκάστην νυμφεύεται. Τὸ μαντεῖον τοῦ ἐν Δελφοῖς δ' Ἀπόλλωνος ῥητῶς συμβουλεύει μὴ τεκνον ποιήσειν, μὰ τοῦτος ὁ ἀνόητος μεμεθυσμένος τὸ ἄγος ἐπιλέγει ἀνανεώσειν. Βεβαίως ἀνθρώπων σφάλμα ἡ ὕβρις καὶ οὐ τῶν θεῶν• οἱ μάκαρες γὰρ ἀναίτιοι κακοῦ θεολογεῖται. Ἡ λοιπὴ τραγικὴ ἱστορία πᾶσι τοῖς πεπαιδευμένοις γνωστή ἐστι.
 Ὦναξ Ἄπολλον, ἑκατηβελέτα, φαεσίμβροτε, ἔστι ἄρα γε τοῖς θνητοῖς ἀνυστὸν τὸ μίασμα νὰ καθαίρωσι ἄνευ θεϊκῆς βοηθείας; Οὐκ οἶδα, μὰ τὸ ποίημα τέλος λαβέτω καὶ τὰς λύρας τε ἠδὲ τὰς σύριγγας κατ' ἄρουραν βάλετε Μοῦσαι.

Comments

Popular posts from this blog

JEAN-MICHEL TROGNEUX (ψευδώνυμο brigitte macron)

ΣΚΥΘΟΠΟΛΙΣ

Επτά ψέματα σε μία σελίδα.